Читать «Апостол с зачалами (на древнегреческом)» онлайн - страница 3
Автор неизвестен
Στίχ. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώτου πυρός.
Χριστὸς ἀνέστη. . .
Στίχ. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν.
Χριστὸς ἀνέστη. . .
Στίχ. Αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Χριστὸς ἀνέστη. . .
Εἰσοδικὸν
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν, Κύριον ἐκ πηγῶν Ἰσραήλ. . .
Εἶτα τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν. . . γ'.
Ἡ Ὑπακοὴ Ἦχος δ'
Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου, Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σώζοντος τὸ γένος τῶν ἀνθρώπων.
Κοντάκιον Ἦχος πλ. δ'
Εἰ καὶ ἐν τάφῳ κατῆλθες ἀθάνατε, ἀλλὰ τοῦ ᾍδου καθεῖλες τὴν δύναμιν, καὶ ἀνέστης ὡς νικητής, Χριστὲ ὁ Θεός, γυναιξὶ Μυροφόροις φθεγξάμενος, Χαίρετε, καὶ τοῖς σοῖς Ἀποστόλοις εἰρήνην δωρούμενος ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.
Ἀντὶ δὲ τοῦ Τ ρ ι σ α γ ί ο υ
Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε, Ἀλληλούϊα.
Προκείμενον. Ἦχος πλ. δ΄
Αὕτη ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος·ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
Στίχ. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 1:1-8
Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων͵ ὦ Θεόφιλε͵ ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις͵ δι΄ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι͵ ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι͵ ὑμεῖς δὲ ἐν πνεύματι βαπτισθήσεσθε ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Οἱ μὲν οὖν συνελθόντες ἠρώτων αὐτὸν λέγοντες͵ Κύριε͵ εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; εἶπεν δὲ πρὸς αὐτούς͵ Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ΄ ὑμᾶς͵ καὶ ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.
Ἀλληλούϊα. Ἦχος δ΄
Σύ, Κύριε, ἀναστὰς οἰκτειρήσεις τὴν Σιών.
Στίχ. Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος
Κοινωνικὸν
Σῶμα Χριστοῦ μεταλάβετε, πηγῆς ἀθανάτου γεύσασθε.
ΔΕΥΤΕΡΑ ΔΙΑΚΑΙΝΗΣΙΜΟΥ
Προκείμενον. Ἦχος πλ. δ΄
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.
Πράξεων τῶν Ἀποστόλων τὸ Ἀνάγνωσμα 1:12-17, 1:21-26
Ἐν ταῖς ἡμέραις ἐκείναις, ὑπέστρεψαν οἱ Ἀπόστολοι εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος͵ ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ Σαββάτου ἔχον ὁδόν. Καὶ ὅτε εἰσῆλθον͵ εἰς τὸ ὑπερῷον ἀνέβησαν οὗ ἦσαν καταμένοντες͵ ὅ τε Πέτρος καὶ Ἰωάννης καὶ Ἰάκωβος καὶ Ἀνδρέας͵ Φίλιππος καὶ Θωμᾶς͵ Βαρθολομαῖος καὶ Ματθαῖος͵ Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου. Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ σὺν γυναιξὶ καὶ Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ. Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ὡς ἑκατὸν εἴκοσι)· Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν γραφὴν ἣν προεῖπεν τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσι τὸν Ἰησοῦν͵ ὅτι κατηριθμημένος ἦν σὺν ἡμῖν καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Καὶ ἔστησαν δύο͵ Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν͵ ὃς ἐπεκλήθη Ἰοῦστος͵ καὶ Ματθίαν. Καὶ προσευξάμενοι εἶπον· Σὺ Κύριε͵ καρδιογνῶστα πάντων͵ ἀνάδειξον ὃν ἐξελέξω ἐκ τούτων τῶν δύο ἕνα λαβεῖν τὸν κλῆρον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς͵ ἀφ΄ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον. Καὶ ἔδωκαν κλήρους αὐτῶν͵ καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν͵ καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.